Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.20 | Joseph. BJ 5.25 (English) | >>Joseph. BJ 5.33 |
5.23εἰ δʼ ἐλευθερωθείη ποτὲ τῶν καθύπερθεν ἐπικειμένων , διανέπαυε δʼ αὐτοὺς πολλάκις μέθη καὶ κάματος , ἀδεέστερον τοῖς περὶ τὸν Σίμωνα μετὰ πλειόνων ἐπεξέθεεν .
5.24ἀεὶ δʼ ἐφʼ ὅσον τρέψαιτο τῆς πόλεως ὑπεπίμπρη τὰς οἰκίας σίτου μεστὰς καὶ παντοδαπῶν ἐπιτηδείων · τὸ δʼ αὐτὸ πάλιν ὑποχωροῦντος ἐπιὼν ὁ Σίμων ἔπραττεν , ὥσπερ ἐπίτηδες Ῥωμαίοις διαφθείροντες ἃ παρεσκευάσατο πρὸς πολιορκίαν ἡ πόλις , καὶ τὰ νεῦρα
-- -- συνέβη γοῦν τὰ μὲν περὶ τὸ ἱερὸν πάντα συμφλεγῆναι καὶ μεταίχμιον ἐρημίας γενέσθαι παρατάξεως οἰκείας τὴν πόλιν , κατακαῆναι δὲ πλὴν ὀλίγου πάντα τὸν σῖτον , ὃς ἂν αὐτοῖς οὐκ ἐπʼ ὀλίγα διήρκεσεν ἔτη πολιορκουμένοις .
5.26λιμῷ γοῦν ἑάλωσαν , ὅπερ ἥκιστα δυνατὸν ἦν , εἰ μὴ τοῦτον αὑτοῖς προπαρεσκεύασαν .
5.27
γηραιοὶ δὲ καὶ γυναῖκες ὑπʼ ἀμηχανίας τῶν εἴσω κακῶν ηὔχοντο Ῥωμαίοις καὶ τὸν ἔξωθεν πόλεμον ἐπʼ ἐλευθερίᾳ τῶν εἴσω κακῶν ἐκαραδόκουν .
5.29κατάπληξις δὲ δεινὴ καὶ δέος ἦν τοῖς γνησίοις , καὶ οὔτε βουλῆς καιρὸς εἰς μεταβολὴν οὔτε συμβάσεως ἐλπὶς οὔτε φυγὴ τοῖς ἐθέλουσιν ·
5.30ἐφρουρεῖτο γὰρ πάντα , καὶ τὰ λοιπὰ στασιάζοντες οἱ ἀρχιλῃσταὶ τοὺς εἰρηνικὰ Ῥωμαίοις φρονοῦντας ἢ πρὸς αὐτομολίαν ὑπόπτους ὡς κοινοὺς πολεμίους ἀνῄρουν καὶ μόνον ὡμονόουν τὸ φονεύειν τοὺς σωτηρίας ἀξίους .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.20 | Joseph. BJ 5.25 (English) | >>Joseph. BJ 5.33 |